TLG 2019 001 :: PELAGIUS :: Πελαγίου φιλοσόφου περὶ τῆς θείας ταύτης καὶ ἱερᾶς τέχνης (e cod. Venet. Marc. 299, fol. 62v) Πελαγίου φιλοσόφου περὶ τῆς θείας ταύτης καὶ ἱερᾶς τέχνης (e cod. Venet. Marc. 299, fol. 62v) Citation: Volume — page — (line) | ||
2.253(1t) | ΠΕΛΑΓΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ | |
2t | ΤΑΥΤΗΣ ΚΑΙ ΙΕΡΑΣ ΤΕΧΝΗΣ. | |
---|---|---|
3 | Οἱ μὲν προγενέστεροι καὶ ἐρασταὶ καὶ ἀνάπλεοι φιλόσοφοι ἔφησαν ὅτι πᾶσα τέχνη ἕνεκεν τοῦ τέλους αὐτῆς ἐπινοεῖται τῷ βίῳ· | |
5 | οἷον ἡ τεκτονικὴ μία οὖσα διὰ τοῦτό ἐστιν ἵνα ποιήσῃ θρόνον ἢ κιβωτὸν ἢ πλοῖον ἀπὸ μιᾶς φύσεως τοῦ ξυλίνου. Οὐκοῦν καὶ ἡ βαφικὴ τέχνη ἕνεκεν τούτου ἐπενοήθη, ἵνα βαφήν τινα καὶ ποιότητα ποιήσῃ, ὃ καὶ τέλος τῆς τέχνης ἐστίν. Καὶ λοιπὸν χρὴ γινώσκειν ὅτι ὀρθῶς ἀναφέρεται παρὰ τῶν ἀρχαίων λεγόντων· «ὁ | |
10 | χαλκὸς οὐ βάπτει, ἀλλὰ βάπτεται· καὶ ὅταν βαφῇ, βάπτει.» Διὰ τοῦτο καὶ ὁμοίως πᾶσαι αἱ γραφαὶ καματεύονται τὸν χαλκὸν, ἵνα βαφῇ· ἐὰν γὰρ βαφῇ, τότε βάπτει, καὶ ἐὰν οὐ βαφῇ, οὐ δύναται βάψαι, ὡς εἴρηται. Διὰ τοῦτο παρακελεύονται τὸν χαλκὸν ἄσκιον | |
γενέσθαι, ἵνα τὴν σκιὰν αὐτοῦ ἀποβαλλόμενος δύναται δέξασθαι τὴν | 253 | |
2.254 | βαφήν· σκιὰν δὲ χαλκοῦ νόησον, τὴν παρ’ αὐτοῦ ἐνγινομένην ἐν τῷ ἀργύρῳ μελανίαν· οἶδας γὰρ ὅτι ὁ χαλκὸς οἰκονομηθεὶς καὶ ἐπι‐ βληθεὶς τῷ ἀργύρῳ μελανοῖ αὐτὸν ἔξωθεν καὶ ἔσωθεν. Ταύτην οὖν τὴν μελάνωσιν τὴν γενομένην ἐν τῷ ἀργύρῳ σκιὰν αἱ γραφαὶ | |
5 | λέγουσιν· καὶ τούτου ἕνεκεν δεῖ οἰκονομεῖσθαι τὸν χαλκὸν, ἕως μηκέτι δύναται ποιεῖν μελανίαν, ἐπιβαλλόμενος ἐν τῷ ἀργύρῳ. Οὕτως δεῖ οἰκονομεῖσθαι τὸν χαλκὸν, ἤγουν τὸν φυσικὸν χρυσὸν, ἕως ἂν μηδεμίαν μελάνωσιν ἐμποιῇ ἐν τῷ ἀργύρῳ· διὰ τοῦτο γὰρ καὶ Δημόκριτος. ἔλεγεν· «Δοκίμαζε τὸν χαλκὸν εἰ γέγονεν | |
10 | ἄσκιος· ἐὰν γὰρ μὴ γένηται ὁ χαλκὸς ἄσκιος, μὴ μέμψῃ τὸν χαλκὸν, ἀλλὰ σεαυτὸν μέμψαι.» Οἰκονομεῖται δ’ ὁ χαλκὸς διὰ τοῦ θείου ὕδατος ζυμούμενος καὶ λειούμενος καὶ ὀπτώμενος καὶ πλυνόμενος». Πλύνεται δὲ, φησὶν, ἕως ὅλως ὁ ἰὸς αὐτοῦ ἐξέλθῃ. Καὶ ἔνθεν μνήσθητι τῶν φιλοσόφων εἰπόντων· | |
15 | «Μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσιν καὶ μελάνωσιν καὶ ἐς ὕστερον λεύ‐ κωσιν, τότε ἔσται βεβαία ξάνθωσις· ἓξ ἐπιβολὰς γινομένας νόησον. Γίνεται οὖν ἴωσις εἰς τοῦ θείου ὕδατος· ἐξίωσις δὲ, ἐν τῇ ἀποπλύσει· μελάνωσις δὲ, ὅταν πρὸ τῆς ἀποπλύσεως ὁ χρυσόλιθος μιγῇ· ἐξ‐ ίσχνωσις δὲ, ὅταν ἐν τῷ χρυσολίθῳ λειωθῇ· λεύκωσις δὲ, ὅταν μετὰ | |
20 | τοῦ κουφολίθου ἀναλείωσιν ξηραίνεται· ξάνθωσις δὲ γίνεται ὅταν τὰ δυνάμενα ξανθῶσαι προσπλακῇ καὶ τοῖς μικροῖς βολβί‐ τοις ἐντεθῇ· αὗται αἱ ἓξ μεταβολαὶ γίνονται ἐν τῷ χαλκῷ, ἵνα βαφῇ· καὶ ἐὰν μὴ γένωνται πᾶσαι, οὐδὲν γίνεται· ὡς ἐὰν μὴ γίνηται ὁ | |
χαλκὸς ἄσκιος ξανθὸς, οὐδὲν γίνεται. | 254 | |
2.255 | Πρῶτον οὖν βάπτει καὶ μεταβάλλει καὶ κόπτει τὸν χαλκόν· καὶ οὕτως διὰ τοῦ θείου ὕδατος ποιεῖ τελείαν ἴωσιν. Τελείαν ἴωσιν νόησον τὴν ἐν τῇ ζύμῃ χρύσωσιν· ταύτην γὰρ καὶ αἰνιττόμενος ὁ ἀρχαῖος ἔλεγεν· «Οἷον χρυσὸν ὁ ποιῶν ποιεῖ· ὁ δὲ μὴ ποιῶν, οὐδὲν | |
5 | ποιεῖ. Ὅταν ἴδῃς τὴν τελείαν χρύσωσιν ἐν τῷ θείῳ τότε νόησον τελείαν ἴωσιν πεποίηκας, οὐ μόνον κατὰ τὴν ἐπιφανείαν τοῦ θείου ἐξανθοῦσαν, ἀλλὰ καὶ ἐν τῷ βάθει». Σημείωσις οὖν ἐστιν ἀρχομένης ἰώσεως· ἡ δὲ ἐντὸς γενομένη ἴωσις αὕτη ἐστιν ἡ ἀληθινὴ ἴωσις, ἥτις καὶ ἰὸς χρυσοῦ διηρμηνεύθη· ἐὰν 〈δὲ〉 μὴ αὕτη ἴωσις γένηται, οὐδὲν | |
10 | γίνεται. Σκόπει οὖν ἵνα ἐν τῷ βάθει γένηται· εἰ δὲ μή γε, οὐδὲν γίνεται ἴωσις, ἥτις καὶ ξάνθωσις εἴρηται μάλιστα τῷ φιλοσόφῳ λέγοντι· «Λαβὼν πυρίτην, οἰκονόμει ἕως ξανθὸς γένηται», πυρίτην καλῶν τὸν χαλκὸν διὰ τὸ ἔμπυρον τῆς φύσεως· ὅτι οὕτω δεῖ γενέσθαι αὐτὸν, ἵνα τελεία ἴωσις γένηται. | |
15 | Καὶ οὕτως μέτελθε ἐπὶ τὴν ἐξίωσιν, σημειούμενος κἀνταῦθα πάλιν, «ἕως οὗ γένηται ἐξίωσις». Ἔσται πρῶτον ἡ μελάνωσις, καὶ τότε παρακολουθήσει ἡ ἐξίωσις. Λαβὼν τοίνυν χρυσόλιθον μέρος ἓν, μαγνησίαν μέρη γʹ, λείωσον χωρὶς παντὸς ὑγροῦ· λείωσον δὲ ἕως περιπλακῶσιν ἄλληλα καὶ συμμιγῶσιν αἱ οὐσίαι. Καὶ μηκέτι τοῦ θείου | |
20 | τοῦ λευκοῦ φαίνεται· γίνεται δὲ πάνυ μέλαν ὡς τὸ γραφικὸν μέλαν. Τοῦτο ἔασον ἡμέρας γʹ, καὶ βαλὼν τότε ἐν τῷ κολύμβῳ, ἐπίβαλλε τοῦ ζωμοῦ τοῦ εἰωθότος πλύνειν, καὶ ἀναλείου, καὶ ἀπόπλυνον, καὶ ὄψει τοῦ | |
θείου περιτρέχοντος. Καὶ πῶς οἰκονομεῖται; καὶ πῶς ἄκαυσ‐ | 255 | |
2.256 | τον ἔχει φύσιν; τὸν χαλκὸν πυρίτην καλῶν τὴν μόλιβδον τοῦ θείου ἀπύρου· ἐτήσιον δὲ τὸν χρυσολίθον ἀπόπλυνον, ἕως οὗ, φησὶν, ὁ ἰὸς αὐτοῦ ἐξέλθῃ. Καὶ οὕτως ἀπέρχεται μηδὲν, τοῦ χαλκοῦ ἀπομένοντος ἐν τῇ μολίβδῳ. Αὕτη μεγάλη κάθαρσις καλεῖται· αὕτη ὁμοῦ καλεῖ‐ | |
5 | ται ἐξίωσις καὶ μελάνωσις· μελάνωσις δὲ διὰ τὸ μελαινόμενον τῆς κράσεως, ἐξίωσις δὲ, διὰ τὴν ἀπὸ τοῦ ἰοῦ ἔξοδον καὶ ἀπόλυσιν, ἣν καὶ ἀπόπλυσιν λέγουσιν. Ταύτην οὖν δεξάμενος ἐν ἄγγεσιν, ἔα καταστῆναι. Καὶ ἀφυλίσας τοῦ ζωμοῦ, ξήρανον τὴν ὑποστάθμην, ταύτην εὑρήσεις ὡς γραφικὸν μέλαν. Τοῦτο τρίβε ἕως οὗ γένηται | |
10 | ξανθὸν τέλειον. Τοῦτο ἐπίστρεψον καὶ ἐπίχεε ἐκ τῆς ῥητῆς μέρη δʹ, τῆς ξανθῆς μέρος αʹ, τῆς μολίβδου μέρος αʹ· καὶ νοτίασον μικρὸν, ἕως γένηται πηλός· καὶ λείωσον ἕως ἀφαντωθῇ ἡ μόλιβδος. Καὶ κούφισον καὶ ὡς πηλὸν ἀπόθου ἐν ἡλίῳ· καὶ ἔα ξηραίνεσθαι, ποτίζων κατὰ μικρὸν, ἕως οὗ ἡ μόλιβδος ἀναλωθῇ, καὶ ἔα ξηραν‐ | |
15 | θῆναι· ἔνθεν ἐπιβαλοῦ θεωρίαν. Ὁ δὲ ἀρχαῖος Ζώσιμος ἔλεγεν. Μίαν τάξιν οἶδα ἐγὼ, δύο δὲ ἔργα ἔχουσαν· μίαν μὲν, ἵνα ῥεύσῃ διὰ τῆς ῥητῆς, καὶ δεύτε‐ ρον, ἵνα ξηρανθῇ ἡ ὑγρότης τῆς μολύβδου. Οὕτω καὶ νῦν ποίησον, ξηραίνων· καὶ οὕτως ἐπίβαλλε τοῦ κουφολίθου τὸ ἶσον, καὶ λείωσον | |
20 | ὄξει τῷ διὰ τοῦ γερανίου, ἕως ἂν λευκανθῇ· ἕως οὗ γένηται λευκόν. Βλέπε οὖν μὴ ἀκηδιάσῃς ἐν τῷ καιρῷ τῆς λευκώσεως· ἀκηδία γὰρ γίνεται διὰ τὸ μὴ βλέπειν τὸ κάλλος ἐκεῖνο, ὅτι διὰ τῆς λευκώσεως ταύτης ἄσκιος ὁ χαλκὸς γίνεται, ἀποβαλὼν πᾶσαν τὴν αὐτοῦ γεώδη | |
ὑπερουσίαν καὶ παχύτητα τοῦ σώματος. Ἐὰν οὖν λευκανθῇ ὁ χαλκὸς | 256 | |
2.257 | ἄσκιος, πνευματικὸς γίνεται, καὶ λοιπὸν οὐδὲν ἄλλο λείπει, οὐδὲν ὑστερεῖ· εἰ μὴ μόνον ἵνα ξηρανθῇ καὶ λευκανθῇ. Ὧδε νόησον· πάντα χεόμενα πάντα ἀποβάλλει· καὶ οὐδὲν μένει, εἰ μὴ ὁ χρυσὸς καὶ ὁ μόλυβδος καὶ ὁ ἐτήσιος λίθος ὃ καλεῖται χρυσόλιθος. | |
5 | Γλυκάνας οὖν τὸ ξηρίον, καὶ ξηράνας, στῆσον καὶ ἐξίσασον τὸ ξηρίον τοῦ χαλκάνθου μέρη γʹ, μαγνησίας μέρος αʹ, χαλκοῦ μέρος αʹ, ἐξίσου τὸ ξηρίον μέρος αʹ· λείωσον ὁμοῦ ποτίζων ἐν ἡλίῳ ἀπὸ τοῦ ὄξους τοῦ λευκοῦ ἡμέρας ζʹ· καὶ ὕστερον ξηράνας, κατάθου ἐν βολβίτοις, καὶ ἔασον ὀπτᾶσθαι ἡμέρας δύο ἢ τρεῖς, καὶ ἐξενέγκας, εὑρήσεις | |
10 | βαφέντα τὸν χρυσὸν, πυρρὸν ὡς τὸ αἷμα. Αὕτη ἐστὶν κιννάβαρις τῶν φιλοσόφων καὶ χαλκὸς ἄσκιος ξανθός. Ὧδε μνήσθητι ὡς ἔλεγεν ὁ ἀρχαῖος· «Ὁ χαλκὸς ἄσκιος γενόμενος πᾶν σῶμα βάπτει». Διὰ τοῦτο καὶ ὁ φιλόσοφος εἶπεν· «Τί ὑμῖν καὶ τῇ πολλῇ ὕλῃ, ἑνὸς ὄντος τοῦ φυσικοῦ, καὶ μιᾶς φύσεως νικώσης τὸ πᾶν;» Νοῶμεν ὅτι «φυσι‐ | |
15 | κοῦ» λέγει τοῦ κατὰ φύσιν χρυσοῦ· οὗτος γὰρ ὁ κατὰ φύσιν χρυσὸς νικᾷ τὸ πᾶν τῶν ὑποκειμένων σωμάτων, οἷον ἀλειφόμενος κατὰ σίδηρον ἢ χαλκὸν νικᾷ τὴν ἐπιφάνειαν αὐτῶν καταφαινόμενος τὸν κατὰ φύσιν χρυσόν. Οὕτως οὖν διαλυόμενος διὰ τοῦ θείου ὕδατος, ζυμούμενος ὡς ἡ | |
20 | ζύμη τοῦ ἄρτου, εἶτα καὶ τοῦ χρυσολίθου ἐξίσου συνλειουμένου· καὶ τοῦ μὲν ὕδατος ἀπολυομένου κατὰ φύσιν αὐτοῦ διὰ τῆς ῥεύσεως, καὶ τοῦ χρυσολίθου λαμβανομένου μετὰ τῆς ἐπιπλοκῆς τοῦ φυσικοῦ. | |
Ζώσιμος· «Ὁ φυσικὸς χρυσὸς πνεύματος γενόμενος διὰ τοὺ χρυ‐ | 257 | |
2.258 | σολίθου κατὰ φύσιν βάπτει.» Καὶ ὅτι καὶ ὁ ἄργυρος, ἐὰν διαλύσωμεν διὰ τοῦ θείου ὕδατος καὶ πνευματικῶς ποιήσωμεν διὰ τοῦ χρυσολίθου, βάπτει τὸν χαλκὸν λευκόν· τοῦτο γὰρ καὶ δι’ ἑτέρων ἔλεγεν· αἱ γὰρ δύο βαφαὶ οὐδενὶ διαφέρουσιν ἀλλήλων, ἀλλὰ χρώματι μόνον, τουτέστι | |
5 | μίαν μὲν καὶ τὴν αὐτὴν ἔχοντα οἰκονομίαν, ἐφ’ ἧς καὶ διὰ τοῦ θείου ὕδατος πρῶτον λειούμενα, ὕστερον δὲ διὰ τοῦ χρυσολίθου πνευματικὸν ξηρίον γενόμενον· διαφέρουσι δὲ τῷ χρώματι, ὅτι ἕκαστον αὐτῶν κατὰ τὴν ἰδίαν φύσιν βάπτει· ὁ μὲν χρυσὸς, χρυσὸν, ὁ δὲ ἄργυρος τὸν ἄργυρον. Οὐκ ἀκούεις τὸν ἀρχαιότατον λέγοντα· «Ὁ σπείρων | |
10 | σῖτον, σῖτον γεννᾷ καὶ θερίζει, καὶ ὁ χρυσὸς χρυσὸν γεννᾷ· ὁμοίως καὶ ἄργυρος ἄργυρον γεννᾷ.» Διὰ τοῦτο καὶ ὧδε ὁ ἀρχαῖος ἔλεγεν· «Χρησόμεθα τοῖς φυσι‐ κοῖς.» Ἔστι δὲ ἀναγκαῖον εἰδέναι ὅτι ὁ μὲν χρυσὸς φυσικῶς βάπτει, οὐ χωρὶς τοῦ πρότερον διαλυθῆναι αὐτὸν διὰ τοῦ θείου ὕδατος, καὶ | |
15 | ὕστερον πνευματωθῆναι διὰ τοῦ χρυσολίθου· κατὰ φύσιν γὰρ καὶ στερεὸν σῶμα καλούμενος· δεῖ τε πρῶτον διαλυθῆναι, καὶ ὕστερον πνευματωθῆναι· καὶ οὕτως παντὸς φυσικοῦ βάπτει. Τὰ γὰρ ἄλλα δύο κατὰ τὴν ἰδίαν φύσιν φευκτὰ καὶ καυστὰ ἐν τῷ πυρὶ ἀναλίσ‐ κονται· ὅθεν ὁ ἀρχαῖος Ζώσιμος ἔλεγεν· «Ὅτι γὰρ αὐτὸ τὸ | |
20 | μυστήριον τὸ τῆς χρυσοβαφῆς· σώματα ὄντα πνεῦμα γίνεται, ἵνα ἐν ταῖς καταγραφαῖς πνευματικῶς βάψῃ, καὶ μὴ ἐπενέγκῃ ἐπισταθμίαν· | |
στερεὰ γὰρ ὄντα, βάπτειν οὐ δύνανται, ἐὰν μὴ πρῶτον λεπτυνθῇ καὶ | 258 | |
2.259 | πνευματωθῇ. Λεπτύνει μὲν αὐτὰ πρῶτον τὸ θεῖον ὕδωρ· πνευματοῖ δὲ ὕστερον ὁ χρυσόλιθος. Οὐκοῦν σημειωσώμεθα ὅτι, δύο βαφῶν ὄντων κατὰ τὴν τῶν δύο σωμάτων ἰδιότητα, τὰ ἄλλα ὡς μεσιτεύουσι μεταλαμβάνοντα τὴν βαφὴν καὶ μεταδιδοῦντα· μεταλαμβάνοντα μὲν, | |
5 | τὰ διαλύοντα καὶ πνευματοῦντα, μεταδιδοῦντα δὲ, τὰ χεόμενα αὐτὴν διὰ τοῦ χωνευτηρίου. Καὶ χρὴ λοιπὸν σημειώσασθαι ὅτι, ὥσπερ ἀλειφόμενος χρυσὸς, ἢ ἄργυρος, ἢ σίδηρος, ἢ χαλκὸς οὐ κρατεῖ, ἐὰν μὴ τοῖς ζωμοῖς προστυφθῇ οὕτως οὔτε νῦν ὧδε κρατεῖ, οὔτε χρυσὸς, οὔτε ἄργυρος, ἐὰν μὴ προστυφθῇ, ἀλλὰ καὶ αὐτὸ τὸ ξηρίον ποτίζειν | |
10 | δυνάμενον ἀποστυφθῇ ἐν ζωμῷ, ἵνα τὴν στύψιν ἡ βαφὴ εἰσ‐ κρίνουσα καὶ διαδύνασα εἰς βάθος, στύψῃ καὶ κρατήσῃ ἐκεῖ κατὰ βάθος τοῦ σώματος, διαλυομένου τοῦ ξηρίου. Διὰ τοῦτο ἡ φύσις τῇ φύσει τέρπεται». Καὶ τὰ ἑξῆς. Νόησον γὰρ ταῦτα καὶ ἐπὶ τοῦ σώματος λαμβανόμενα, καὶ | |
15 | ἐπὶ τοῦ θείου ὕδατος, καὶ ἐπὶ τοῦ χρυσολίθου, καὶ ἐπὶ τῶν στυφόντων ζωμῶν. Ἆρα γὰρ οὐ χαίρει ἡ φύσις τοῦ σώματος; χαίρει τῇ φύσει τοῦ ὕδατος τρεφομένη καὶ παχυνομένη καὶ αὐξανομένη. Ἆρα οὐ τέρπεται καὶ λαμπρύνεται ὁ χαλκὸς, ἀτερπὴς καὶ ἀλαμπὴς ὢν τῇ οὐσίᾳ τῆς τερπνῆς καὶ λαμπροτάτης τοῦ θείου ὕδατος φύσεως; | |
20 | Ἆρα οὐ νικᾶται ἡ φύσις τοῦ παχυτέρου καὶ γεωδεστέρου σώματος ὑπὸ τῆς φύσεως τοῦ χρυσολίθου, πνευματικῆς καὶ ἀερώδους οὔσης; Ἆρα οὐ κρατεῖται τοῖς στύφουσι ζωμοῖς ὡς ἀλειφόμενος χρυσὸς καὶ ἄργυρος ἐν σιδήρῳ ἢ χαλκῷ; Ταῦτα πᾶσι κοινῶς δεῖ ὁμολογεῖν ὅτι, | |
εἰ μὴ στυφθῇ σίδηρος ἢ χαλκὸς ἀλειφόμενος, χρυσὸς ἢ ἄργυρος οὐ | 259 | |
2.260 | κρατεῖ, ἐπειδ’ ἂν δὲ στυφθῇ, τότε ἀλειφθῇ, τότε κρατεῖ δυνάμει τοῦ στύφοντος. Ἀλλ’ ἐρεῖ τις πρὸς αὐτὸν ταῦτα· εἰ χρυσὸς ἢ ἄργυρος ὡς δύο βαφῶν ποιητικὰ ποιεῖται ξηρία, πῶς παρακολουθήσει ἴωσις καὶ | |
5 | ἐξίωσις καὶ ἐξίσχνωσις καὶ μελάνωσις, εἶθ’ οὕτως ὕστερον λεύκωσις; Τότε ἔσται βεβαία ξάνθωσις κατὰ τὰ προδιαγραφέντα. Καὶ λέγομεν ὅτι πάντα παρακολουθεῖ δυνάμει κατὰ ἀμφοτέρων ταῖς βαφαῖς. Ἐπειδὴ γὰρ εἴρηται ὅτι ἴωσις καλεῖται ἡ ἐν τῷ θείῳ ὕδατι διάλυσις, δυνάμει παρακολουθεῖ ἐν τῷ ὕδατι καὶ ἡ ἐξίωσις, καὶ ἡ ἐξίσχνωσις, | |
10 | καὶ ἡ μέλανσις, καὶ ἡ λεύκωσις μετὰ τὸ γενέσθαι, ὕστερον βεβαία ξάνθωσις, οὐ μόνον δυνάμει, ἀλλὰ καὶ ἐνεργείᾳ, ἅπαντα παρακολουθεῖ πρὸ τοῦ γενέσθαι λευκὸν τὸν χρυσὸν, ὕστερον δὲ βεβαία ξάνθωσις, ἕως ὁ πνευματικὸς τέλειος ἀποτελεσθῇ καὶ συνυπακούσηται. Καὶ αὖθις ὀρθῶς ἔφη λέγων ὁ φιλόσοφος· «Ὦ φύσεις οὐρανίαι φύσε‐ | |
15 | ων δημιουργοί», τρόπῳ γὰρ δημιουργίας αἱ δύο φύσεις τῶν θείων, κατά τε τὸ ὕγρον τῆς κράσεως, κατά τε τὸ ξηρὸν τῆς οὐσίας τὰς γεώδεις φύσεις τῶν σωμάτων πνευματικὰς καὶ βαφικὰς ἐδημιούργησαν. Οὐράνιαι γὰρ αἱ φύσεις τῶν θείων τούτων οὐχ ἑρμη‐ νεύονται ὡς δυνάμεναι αἱρεῖσθαι. Διὸ καὶ ἑξῆς λέγει· «Οὐδὲν ὑπο‐ | |
20 | λέλειπται, οὐδὲν ὑστερεῖ, πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις, ἀντὶ τοῦ εἰπεῖν «οὐδὲν ἄλλο ἐστὶ τὸ προσδοκώμενον», ἔφη· «ἄλλη τὸ λικμησθῆναι τὸ σῶμα, ὡς ἡ νεφέλη τοῦ ὕδατος, καὶ ἀρθῆναι πάλιν τὸ ὕδωρ ἀπ’ αὐτοῦ, καὶ ἰδοὺ ἐπιστοιχείου τὸ πᾶν. | |
Ἄρσις δὲ ἑρμηνεύεται ὁ κουφισμὸς, ἄνθ’ ὧν αἴρεται καὶ κου‐ | 260 | |
2.261 | φίζεται ἡ τοῦ ὕδατος ἐπίχυσις ἐκ τῆς τοῦ σώματος συμπλοκῆς· ἐν ἐπιμνήσει δὲ ποιῆσαι ἀρκεσθῶμεν τῇ θυείᾳ καὶ τῷ δοίδυκι ἐπὶ τῶν δύο βαφῶν· ἐπὶ δὲ τοῦ χαλκοῦ ἐπὶ τῇ χρήσει τοῦ φιαλοβωμοῦ. Καὶ ὅτι περὶ τούτου Ζώσιμος ἔλεγεν. Καὶ ὅτι δένδρον φυτουργού‐ | |
5 | μενον, φυτὸν ποτιζόμενον, καὶ ὑπὸ πλήθους ὕδατος σηπόμενον, καὶ διὰ τῆς τοῦ ἀέρος ὑγρότητός τε καὶ θερμότητος αὐξανόμενον ἀνθο‐ φορεῖ, καὶ τῇ πολλῇ γλυκύτητι καὶ τῇ ποιότητι τῆς φύσεως καρ‐ | |
ποφορεῖ. | 261 |